BenjaminBruce.com — Ο Επισημος Ιστοτοπος του Βενιαμιν Μπρους
English · Español

Αυτη η ημερα, ην εποιησεν ο Κυριος·

Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ! (Ψαλμὸς 118:24)

Ταύτῃ τῇ ἡμέρᾳ, τῇ μιᾷ τῶν σαββάτων, Χριστιανοὶ ἐν ὁλῳ τῷ κόσμῳ συνέρχονται καὶ προσκυνοῦσι τῷ μόνῳ Θεῷ, τῷ Θεῷ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἀπέστειλε τὸν υἱὸν τὸν μόνον αὐτου εἰς τοῦτον τὸν κόσμον ἵνα ἐξαγοράσῃ τὸν λαὸν αὐτοῦ. Ἡ μία τῶν σαββάτων ἐστὶν ἡμέρα ἀναμνήσεως, ἐν ᾗ ἀναμιμνήσκομεν τὸν θάνατον καὶ τὴν ἀνάστασιν τοῦ Ἰησοῦ Χριστοῦ—ἕως ἂν ἔλθῃ πάλιν. Ἀνάγνωθι τοὺς λόγους τοὺς θεόπνευστους τοῦ ψάλμου ριγ’·

Ἁλληλουϊά! Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου·
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα Κυρίου.
Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν
Καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ;
Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
Τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.

Γράφω με τόνους και πνεύματα

Benjamin Bruce